Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.88 Dem. 23.92 (English) >>Dem. 23.95

23.90οὐκ ἀγνοῶ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὡς μὲν οὐ παρὰ τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμα Ἀριστοκράτης οὐχ ἕξει δεῖξαι, δὲ δεινότατον πάντων ἐστίν, τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας, τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται. ἐγὼ δὲ περὶ αὐτοῦ τούτου πολλὰ μὲν λέγειν οὐκ οἶμαι δεῖν, ἐκ δὲ τοῦ ψηφίσματος αὐτοῦ δείξω σαφῶς οὐδʼ αὐτὸν τοῦτον ἡγούμενον εἶναι κρίσιν οὐδεμίαν τῷ τὴν αἰτίαν ἔχοντι. 23.91γέγραφεν γὰρἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω, ἐὰν δέ τις ἀφέληται πόλις ἰδιώτης, ἔκσπονδος ἔστω,” οὐκἐὰν μὴ παράσχῃ εἰς κρίσιν τὸν ἀφαιρεθέντα,” ἀλλʼ ὅλως εὐθύς. καίτοι εἴ γʼ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότʼ ἂν προσέγραψεν κατὰ τῶν ἀφελομένων τὴν τιμωρίαν, ὁπότʼ εἰς τὴν κρίσιν μὴ παρέσχον ὃν ἐξείλοντο.

23.92οἶμαι τοίνυν αὐτὸν κἀκεῖνον ἐρεῖν τὸν λόγον, καὶ σφόδρα ταύτῃ ζητήσειν ἐξαπατᾶν ὑμᾶς, ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, νόμος δʼ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα, ὥστε κἂν αὐτοῦ νῦν ἀποψηφίσησθε, γε πόλις φλαῦρον οὐδὲν πείσεται κατὰ τὸ ψήφισμα τοῦτο. 23.93ἐγὼ δὲ πρὸς ταῦτʼ οἶμαι δεῖν ὑμᾶς ἐκεῖνʼ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθʼ οὗτος ἔγραψεν οὐχ ἵνʼ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο) ἀλλʼ ἵνʼ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. ἄτοπον δὴ γένοιτʼ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.88 Dem. 23.92 (English) >>Dem. 23.95

Powered by PhiloLogic